Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.200 Joseph. AJ 11.205 (English) >>Joseph. AJ 11.210

11.203διέπεμψε δὲ τοὺς ἀγγάρους λεγομένους εἰς πᾶν ἔθνος ἑορτάζειν τοὺς γάμους παραγγέλλων, αὐτὸς δὲ Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς πρώτους τῶν ἐθνῶν ἑστιᾷ ἐπὶ μῆνα ὅλον ὑπὲρ τῶν γάμων αὐτοῦ, εἰσελθούσῃ δὲ εἰς τὸ βασίλειον περιτίθησι τὸ διάδημα, καὶ συνῴκησεν οὕτως Ἐσθήρα μὴ ποιήσασα φανερὸν αὐτῷ τὸ ἔθνος, ἐξ οὗπερ εἴη τυγχάνουσα. 11.204μεταβὰς δὲ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα τῆς Περσίδος αὐτόθι διῆγεν ἑκάστης ἡμέρας πρὸς τοῖς βασιλείοις διατρίβων καὶ πυνθανόμενος περὶ τῆς κόρης, τίνα διάγει τρόπον· ἔστεργεν γὰρ αὐτὴν ὡς αὑτοῦ θυγατέρα. 11.205

Ἔθηκε δὲ καὶ νόμον βασιλεὺς ὥστε μηδένα τῶν ἰδίων αὐτῷ προσιέναι μὴ κληθέντα, ὁπηνίκα ἐπὶ τοῦ θρόνου καθέζοιτο. περιεστήκεσαν δὲ τὸν θρόνον αὐτοῦ πελέκεις ἔχοντες ἄνθρωποι πρὸς τὸ κολάζειν τοὺς προσιόντας ἀκλήτους τῷ θρόνῳ. 11.206καθῆστο μέντοι λύγον χρυσέαν ἔχων αὐτὸς βασιλεύς, ἣν ὅτε τινὰ σώζειν ἤθελεν τῶν ἀκλήτων προσιόντων ἐξέτεινεν πρὸς αὐτόν· δὲ ἁπτόμενος αὐτῆς ἀκίνδυνος ἦν. καὶ περὶ μὲν τούτων ἀρκούντως ἡμῖν δεδήλωται. 11.207

Χρόνῳ δʼ ὕστερον ἐπιβουλευσάντων τῷ βασιλεῖ Βαγαθώου καὶ Θεοδοσίτου Βαρνάβαζος τῶν εὐνούχων οἰκέτης τοῦ ἑτέρου τὸ γένος ὢν Ἰουδαῖος συνεὶς τὴν ἐπιβουλὴν τῷ θείῳ κατεμήνυσε τῆς γυναικὸς τοῦ βασιλέως, Μαρδοχαῖος δὲ διὰ τῆς Ἐσθήρας φανεροὺς ἐποίησε τῷ βασιλεῖ τοὺς ἐπιβουλεύοντας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.200 Joseph. AJ 11.205 (English) >>Joseph. AJ 11.210

Powered by PhiloLogic